lunedì 27 febbraio 2017

Ciro è pronto allo scontro (da Senofonte)

Κῦρος ἐξελαύνει διὰ τῆς Βαβυλωνίας σταθμοὺς τρεῖς παρασάγγας δώδεκα. Ἐν δὲ τῷ τρίτῳ σταθμῷ Κῦρος ἐξετάζει τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους ἐν τῷ πεδίῳ περὶ μέσας νύκτας. Τῶν Ἑλλήνων ἦσαν ὁπλῖται μύριοι καὶ τετρακόσιοι, πελτασταὶ δὲ δισχίλιοι καὶ πεντακόσιοι· τῶν δὲ μετὰ Κύρου βαρβάρων δέκα μυριάδες καὶ ἅρματα δρεπανηφόρα ἀμφὶ τὰ εἴκοσι. Μετὰ δὲ τὴν ἐξέτασιν, ἅμα τῇ ἡμέρᾳ, ἥκοντες αὐτόμολοι παρὰ μεγάλου βασιλέως ἀπαγγέλλουσι Κύρῳ περὶ τῆς βασιλέως στρατιᾶς. Τῶν δὲ πολεμίων ἐλέγοντο εἶναι ἑκατὸν καὶ εἴκοσι μυριάδες καὶ τὰ ἅρματα δρεπανηφόρα ἀμφὶ διακόσια. Τοῦ δὲ βασιλέως στρατεύματος ἦσαν ἄρχοντες τέτταρες, τριάκοντα μυριάδων ἕκαστος, Ἀβροκόμας, Τισσαφέρνης, Γωβρύας, Ἀρβάκης.


Nessun commento:

Posta un commento