martedì 2 luglio 2024

“Al lupo! Al lupo!” [Poros] (Esopo)

 

Ποιμὴν ἐξελαύνων αὐτοῦ τὴν ποίμνην ἀπό τινος κώμης πορρωτέρω, διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος· ἐπιβοώμενος γὰρ τοὺς κωμήτας ἐπὶ βοήθειαν, ἔλεγεν ὡς λύκοι τοῖς προβάτοις ἐπῆλθον. Δὶς δὲ καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέντων, συνέβη τὸ τελευταῖον τῇ ἀληθείᾳ λύκους ἐπελθεῖν. Ἀποτεμνομένων δὲ αὐτῶν τὴν ποίμνην καὶ τοῦ ποιμένος ἐπὶ βοήθειᾳ τοὺς κωμήτας ἐπικαλουμένου, ἐκεῖνοι ὑπολαβόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος, ἧττον ἐφρόντιζον· καὶ oὕτως αὐτῷ συνέβη τῶν προβάτων στερηθήναι. Ὁ λόγος δηλοῖ ὅτι τοῦτο κερδαίνουσιν οἱ ψευδολόγοι τὸ μηδὲ ὅταν ἀληθεύωσι πιστεύεσθαι.

 

Nessun commento:

Posta un commento