martedì 2 luglio 2024

Il leone innamorato [Poros] (struttura)

 

Λέων

ἐράμενος γεωργοῦ θυγατρός,

ταύτην ἐμνηστεύσατο.

 

Ὁ δὲ

μὴ

ἐκδοῦναι θηρίῳ τὴν θυγατέρα

ὑπομένων,

μηδὲ

ἀρνήσασθαι

διὰ φόβον δυνάμενος,

τοιοῦτόν τι ἐπενόησεν.

 

Ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο,

ἔλεγεν

ὡς νυμφίον μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει·

 

μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι,

ἐὰν μὴ τούς τε ὀδόντας ἐξέλῃ

καὶ τοὺς ὄνυχας ἐκτέμῃ·

τούτους γὰρ δείδειν τὴν κόρην.

 

Τοῦ δὲ ῥᾳδίως διὰ τὸν ἔρωτα ἑκάτερα ὑπομείναντος,

ὁ γεωργὸς

καταφρονήσας αὐτοῦ

ῥοπάλοις αὐτὸν παίων

ἐξήλασεν.

 

Ὁ λόγος δηλοῖ

ὅτι

οἱ ῥᾳδίως τοῖς πέλας πιστεύοντες,

ὅταν τῶν ἰδίων πλεονεκτημάτων ἑαυτοὺς ἀπογυμνώσωσιν,

εὐάλωτοι τούτοις γίνονται

οἷς πρότερον φοβεροὶ ἦσαν.

 

Nessun commento:

Posta un commento