venerdì 10 luglio 2015

Alessandro diventa re -da Arriano-


Μετὰ τὸν Φιλίππου θάνατον Ἀλέξανδρος, ὁ υἱός, ἔτι νέος βασιλείαν ᾕρει καὶ σὺν τῇ ἀρχῇ ἐκληρονόμει καὶ ἔχθρας καὶ κινδύνους καὶ πολέμους. Οἱ βάρβαροι γὰρ καὶ οἱ πρόσοικοι ἐφοβοῦντο ὅτι ἐκινδύνευον καταδουλοῦσθαι ὑπὸ τοῦ Ἀλεξάνδρου· πρὸς μὲν Βορέαν οἱ Ἰλλυριοί, μάχιμοι καὶ ἀνδρεῖοι ἄνθρωποι, τῆς ἐλευθερίας καὶ τῆς αὐτονομίας ἐπεθύμουν, πρὸς δὲ μεσεμβρίαν οἱ Ἑλληνικοὶ καὶ μάλιστα οἱ Ἀθηναῖοι τῇ τοῦ Ἀλεξάνδρου δεσποτείᾳ ὑποτάσσεσθαι οὐκ ἐβούλοντο. Ἐν τῇ Μακεδονίᾳ οὐκ ὀλίγοι ἐνέδρας τῷ δεσπότῃ παρεσκεύαζον. Ὁ δὲ Ἀλέξανδρος παραδόξῳ τόλμῃ καὶ μεγαλοφροσύνῃ εἰς τὰς Θερμοπύλας τὴν στρατιὰν ἐλαύνει καὶ τὰς Θήβας καταστρέφεται. Αὐτίκα δὲ ἀνέρχεται εἰς τὴν Μακεδονίαν καὶ τοὺς ἐναντίους διαφθείρει. Ἔπειτα δὲ εἰς τὴν Ἰλλυρίαν προστρέχει· τοῖς Ἰλλυριοῖς πολεμεῖ καὶ νικᾷ.

Nessun commento:

Posta un commento