venerdì 10 luglio 2015

L’uomo che spezzò la statua -da Esopo-


Ἀνὴρ ξύλινον θεὸν ἔχων, πένης καὶ τάλας ὤν, καθικέτευε τοῦ ἀγαθοποιεῖν. Ἐπεὶ ὁ θεὸς οὐκ ἐχαρίζετο τῇ εὐχῇ καὶ μᾶλλον ἐν πενίᾳ ἐκεῖνον διῆγε, ὁ ἄνθρωπος ὀργιζόμενος ἐκ τοῦ σκέλους αἴρων τὸ τοῦ θεοῦ ἄγαλμα τῷ τοίχῳ προσέβαλλε. Τῆς δὲ κεφαλῆς τοῦ ξυλίνου θεοῦ κλωμένης, παραχρῆμα ἔρρει χρυσὸς ἐξ αὐτῆς καὶ συλλέγων ὁ ἄνθρωπος ἐβόα· «Στρεβλὸς τυγχάνεις ὢν καὶ ἄδικος· ὅτε γὰρ ἐτίμων σε, οὐκ ἐπήκουες ταῖς ἐμαῖς εὐχαῖς· νῦν δὲ μετὰ πληγὰς καὶ ἀδικίας, δῶρα τιμήεντα ἀντιλαμβάνω». Ὥσπερ ὁ μῦθος δηλοῖ, οἱ πένητες ὠφελείας οὐ τυγχάνουσιν πονηρὸν ἄνδρα τιμῶντες· τύπτοντες δὲ αὐτὸν λυσιτελὲς κέρδος καὶ ἀνέλπιστον λαμβάνουσιν.

Nessun commento:

Posta un commento