venerdì 10 luglio 2015

Il porcellino e la volpe -da Esopo-


Ποιμὴν ἐπὶ τῷ ὄνῳ φορτίζων αἴγα καὶ πρόβατον καὶ δέλφακα, ἤλαυνεν εἰς ἀγοράν. Ἐπεὶ δὲ ὁ μὲν δέλφαξ παρ’ὅλην τὴν ὁδὸν ἔκραζε, τὰ δὲ λοιπὰ ζῷα μεθ’ἡσυχίας διεφέροντο, ἀλώπηξ ἀκούουσα καὶ θαυμάζουσα ἐπυνθάνετο παρὰ τοῦ δυστήνου τὴν αἰτίαν τῶν γόων. Ὁ δὲ ὑποτυγχάνων ἔλεγε· «Ἀλλ’οὐ μάτην ὀδύρομαι· τὸ μὲν πρόβατον γὰρ ἔριά τε καὶ ἄρνας τῷ δεσπότῃ πορίζει, ὁμοίως δὲ καὶ ἡ αἲξ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους· ἐγὼ δέ, ἔχων οὐδὲν ἄλλο ἢ τὴν σάρκα, μέλλω ἀποθνῄσκειν». Οὕτω καὶ τῶν ἀνθρώπων ἡ τύχη ἐστί· οἱ ἀποκλαίοντες, τὰς μελλούσας προορώμενοι συμφοράς, οὐ μεμπτέοι εἰσίν.

Nessun commento:

Posta un commento