venerdì 10 luglio 2015

Il cavallo e lo stalliere -da Esopo-


Ἱπποκόμος τὴν κριθήν, τροφὴν τοῦ ἵππου, ἔκλεπτε καὶ ἐπώλει, καὶ καθ’ἑκάστην ἡμέραν ἔτριβε τε καὶ ἐκτένιζε τὸ ταλαίπωρον ζῷον. Ὁ δὲ ἵππος πρὸς τὸν δεσπότην ἔλεγε· «Εἰ ἀληθῶς θέλεις ἐμὲ βλέπειν καλόν τε καὶ ἐρρωμένον, τὴν κριθὴν μὴ ἀφαίρει». Οἱ δὲ πλεονέκται, ὡς δηλοῖ ὁ μῦθος, τοῖς πιθανοῖς λόγοις καὶ ταῖς κολακείαις τοὺς ταπεινοὺς δελεάζουσι καὶ τοὺς δυστήνους στερίσκουσι καὶ τῶν ἀναγκαίων.

Nessun commento:

Posta un commento