venerdì 10 luglio 2015

La morte di Aiace -da Apollodoro- (struttura)


Μετὰ τὴν θυσίαν Ἀγαμέμνων δὲ ἀνάγεται τε

καὶ Τενέδῳ προσίσχει.


Ἐνταῦθα οἱ δὲ ἄλλοι Ἀχαῖοι ἀνάγονται·


ἀλλά,

ἐπεὶ Ἀθηνᾶ δεῖται Διὸς

τοῖς Ἕλλησι χειμώνα ἐπιπέμπειν,

περὶ Τῆνον χειμάζονται

καὶ πολλαὶ νῆες βυθίζονται.


Ἀθηνᾶ δὲ ἐπὶ τὸ Αἴαντος πλοῖον κεραυνὸν βάλλει,

ὁ δὲ διὰ τῆς λαίλαπος ναυαγεῖ,

ἀλλὰ ἐπὶ πέτραν διασῴζεται

καὶ ὑβριστικῶς αὐχεῖ

σῶς εἶναι παρὰ τὴν θεοῦ πρόνοιαν.


Ποσειδῶν δὲ τοῦ ὑβριστοῦ ἀκούει

καὶ πλήσσει τῇ τριαίνῃ τὴν πέτραν

καὶ σχίζει.


Ὁ δὲ Αἴας πίπτει εἰς τὴν θάλασσαν

καὶ τελευτᾷ·


ἐκβράζει τὸ σῶμα Θέτις

καὶ θάπτει ἐν Μυκόνῳ.


Declina i sostantivi di III declinazione che incontri.

Nessun commento:

Posta un commento