venerdì 10 luglio 2015

Mal comune mezzo gaudio! -da Esopo-


Θύννος ἐδιώκετο ὑπὸ δελφῖνος· ἐπεὶ καταλαμβάνεσθαι ἔμελλε, ὑπὸ σφοδρᾶς ὁρμῆς ἐξέπιπτε εἰς νῆσον. Ὑπὸ τῆς ὁμοίας ῥύμης καὶ ὁ δελφὶς συνεξωρμᾶτο εἰς νῆσον. Ὁ δὲ θύννος, ὅτε ἐπιστρέφεται καὶ τὸν ἐχθρὸν ἄψυχον θεᾶται, λέγει· «Ἀλλὰ ἐμοὶ οὐκ ἔστι λυπηρὸς ὁ θάνατος· καὶ γὰρ ὁ δὲ αἴτιος τοῦ ἐμοῦ θανάτου συναποθνῄσκει». Οἱ ἄνθρωποι ῥᾳδίως φέρουσι τὰς συμφορὰς ὅτε ὁρῶσι τοὺς αἰτίους τούτων δυστυχεῖν.

Nessun commento:

Posta un commento