venerdì 10 luglio 2015

L’importanza del teatro (struttura)


Διονύσια ἄγουσιν οἱ Ἀθηναῖοι.


Ἐν τῷ θεάτρῳ ἅμα καθέζονται πολῖται τε καὶ ξένοι·


εὐδόξων ποιητῶν τραγῳδίας καὶ κωμῳδίας θεῶνται.


Ὁ μὲν ἐν τῇ ὀρχήστρᾳ χορὸς ᾠδαῖς τε καὶ χορείαις τὸν τῶν θεατῶν θυμὸν τέρπει·


οἱ δὲ ὑποκριταὶ ἡρωϊκοῖς προσώποις καὶ κοθόρνοις κοσμοῦνται,

ὅτε τραγῳδίαι εἰσάγονται,

γελοίοις προσώποις καὶ κόμαις προσθέτοις,

ὅτε κωμῳδίαι.


Οἱ μὲν τραγῳδοὶ θαυμασίαν ἡδονήν, καίπερ διὰ φόβου καὶ οἴκτου, παρέχουσιν,

οἱ δὲ κωμῳδοὶ τὸν καθ’ἡμέραν βίον μιμοῦνται

καὶ γηθοσύνης καὶ εὐπαθείας μεστοὺς ποιοῦσι τοὺς θεατάς.


Ὑπὸ τῶν ποιητῶν καὶ τῶν ὑποκριτῶν ἀπατῶνται οἱ ἄνθρωποι,

ἀλλὰ δοκεῖ αὕτη ἡ ἀπάτη

ἐσθλὴ καὶ ὠφελίμη εἶναι.


Individua i verbi contratti e prova a coniugarli.

Nessun commento:

Posta un commento