venerdì 10 luglio 2015

La ferita di Filottete -da Apollodoro- (struttura)


Τένης οὖν

βασιλεύων τοῦ Τενέδου

καὶ ὁρῶν τοὺς Ἕλληνας

προσπλέοντας νήσῳ,

ἀπεῖργε

βάλλων πέτρους,

καὶ ὑπὸ Ἀχιλλέως ξίφει τιτρώσκεται κατὰ τὸ στῆθος

καὶ θνῄσκει.


Τελούντων δὲ Ἑλλήνων Ἀπόλλωνι θυσίαν,

ἐκ τοῦ βωμοῦ προσερχόμενος

ὕδρος δάκνει τῶν Ἑλληνικῶν ἄνδρα, ὄνομα Φιλοκτήτην·


ἀθεραπεύτου δὲ τοῦ ἕλκους καὶ δυσώδους γιγνομένου

καὶ τὴν ὀδμὴν οὐκ ἀνεχομένου τοῦ στρατοῦ,

Ὀδυσσεὺς Φιλοκτήτην εἰς Λῆμνον μετὰ τῶν Ἡρακλείων τόξων ἐκλείπει,

κελεύοντος Ἀγαμέμνονος.


Ὁ δὲ ἐκεῖ

τὰ πτηνὰ τοξεύων

ἐπὶ τῆς ἐρημίας τροφὴν εἶχεν.


Declina i sostantivi di III declinazione e gli aggettivi di II classe che incontri.

Riconosci i participi presenti e individua la loro funzione.

Nessun commento:

Posta un commento