venerdì 10 luglio 2015

Periandro, il tiranno sapiente -da Diogene Laerzio- (struttura)


Περίανδρος ὁ Κορίνθιος,

ἀπὸ τοῦ τῶν Ἡρακλειδῶν γένους ὤν,

τὴν βασιλείαν παρὰ τοῦ Κυψέλου πατρὸς παρελάμβανε.


Ἔλεγε δὲ

τοὺς μέλλοντας

ἀσφαλῶς τυραννεῖν

τῇ εὐνοίᾳ πάντων τῶν πολιτῶν δεῖν δορυφορεῖσθαι,

καὶ μὴ τοῖς ὅπλοις·


ἀλλὰ δὲ

πρῶτος δορυφόρους ἔχων

τὴν ἀρχὴν εἰς τυραννίδα ἐξέτρεπεν.


Ἔλεγε δὲ καὶ τόδε·


«Καλὴ μὲν ἡσυχία ἐστί, δυσκλεὴς ἀπραξία, κέρδος αἰσχρόν·


αἱ μὲν ἡδοναὶ φθαρταί, αἱ δὲ τιμαὶ ἀθάνατοι·


εὐτυχῶν μὲν

σώφρων ἴσθι,

δυστυχῶν δὲ

εὔελπις».


Ἤκμαζε δὲ Κόρινθος,

τυραννεύοντος τοῦ Περιάνδρου,

καὶ οἱ Κορίνθιοι ἐπὶ μνῆμα ἐπέγραψαν αὐτῷ·


«Πλούτου καὶ σοφίας πατρὶς Κόρινθος ἔχει Περίανδρον».


Declina i sostantivi di III declinazione e gli aggettivi di II classe che incontri.

Riconosci i participi presenti e individua la loro funzione.

Nessun commento:

Posta un commento